Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.224 Dem. 19.226 (English) >>Dem. 19.229

19.225οὐκ οἴεσθε δεινὸν εἶναι καὶ ὑπερφυές; (καὶ γὰρ εἴ τι σιωπᾶν ἐγνώκειν, λέγειν ἐξάγομαι.) ἴστε δήπου Πυθοκλέα τουτονὶ τὸν Πυθοδώρου. τούτῳ πάνυ φιλανθρώπως ἐκεχρήμην ἐγώ, καὶ ἀηδὲς ἐμοὶ καὶ τούτῳ γέγονεν εἰς τὴν ἡμέραν ταύτην οὐδέν. οὗτος ἐκτρέπεταί με νῦν ἀπαντῶν, ἀφʼ οὗ πρὸς Φίλιππον ἀφῖκται, κἂν ἀναγκασθῇ που συντυχεῖν, ἀπεπήδησεν εὐθέως, μή τις αὐτὸν ἴδῃ λαλοῦντʼ ἐμοί· μετὰ δʼ Αἰσχίνου περιέρχεται τὴν ἀγορὰν κύκλῳ καὶ βουλεύεται. 19.226οὐκοῦν δεινόν, ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον τοῖς μὲν τὰ Φιλίππου πράγμαθʼ ᾑρημένοις θεραπεύειν οὕτως ἀκριβῆ τὴν παρʼ ἐκείνου πρὸς ἑκάτερʼ αἴσθησιν ὑπάρχειν, ὥσθʼ ἕκαστον, ὥσπερ ἂν παρεστηκότος αὐτοῦ, μηδʼ ὧν ἂν ἐνθαδὶ πράξῃ μηδὲν ἡγεῖσθαι λήσειν, ἀλλὰ φίλους τε νομίζειν οὓς ἂν ἐκείνῳ δοκῇ καὶ μὴ φίλους ὡσαύτως, τοῖς δὲ πρὸς ὑμᾶς ζῶσι καὶ τῆς παρʼ ὑμῶν τιμῆς γλιχομένοις καὶ μὴ προδεδωκόσι ταύτην τοσαύτην κωφότητα καὶ τοσοῦτο σκότος παρʼ ὑμῶν ἀπαντᾶν, ὥστε τοῖς ἀλειτηρίοις τούτοις ἐξ ἴσου νῦν ἔμʼ ἀγωνίζεσθαι, καὶ ταῦτα παρʼ ὑμῖν τοῖς ἅπαντʼ εἰδόσιν. 19.227βούλεσθʼ οὖν εἰδέναι καὶ ἀκοῦσαι τὸ τούτων αἴτιον; ἐγὼ δὴ φράσω, ἀξιῶ δὲ μηδένʼ ἄχθεσθαί μοι λέγοντι τἀληθῆ. ὅτι ἐκεῖνος μὲν ἕν, οἶμαι, σῶμʼ ἔχων καὶ ψυχὴν μίαν παντὶ θυμῷ καὶ φιλεῖ τοὺς ἑαυτὸν εὖ ποιοῦντας καὶ μισεῖ τοὺς τἀναντία, ὑμῶν δʼ ἕκαστος πρῶτον μὲν οὔτε τὸν εὖ ποιοῦντα τὴν πόλιν αὑτὸν εὖ ποιεῖν ἡγεῖται,


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.224 Dem. 19.226 (English) >>Dem. 19.229

Powered by PhiloLogic